Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.249 Joseph. AJ 17.254 (English) >>Joseph. AJ 17.257

17.252οὐ μὴν ἐπεραίνετό γε οὐδὲν ἐπὶ παύλῃ τοῦ μὴ οὐ στασιάσοντος αὐτῶν. ὅτε γὰρ Οὔαρος ἀπῄει καὶ Σαβῖνος ἐπίτροπος τοῦ Καίσαρος ὑπομείνας αὐτόθι μεγάλως τοὺς στασιώτας κατεπόνει, στρατιᾷ τε τῇ καταλελειμμένῃ πιστεύων, ὡς καὶ περιέσοιτο αὐτῶν, καὶ τῷ πλήθει· 17.253πολλοὺς δὲ ὄντας ὁπλίσας δορυφόροις ἐχρῆτο αὐτοῖς ἐπείγων τοὺς Ἰουδαίους καὶ ἐκταράσσων ἐπὶ ἀποστάσει· τάς τε γὰρ ἄκρας ἐβιάζετο παραλαμβάνειν καὶ τῶν βασιλικῶν χρημάτων ἐπʼ ἐρεύνῃ προθύμως ὥρμητο βίᾳ διὰ κέρδη καὶ πλεονεξιῶν ἐπιθυμίας. 17.254

Ἐνστάσης δὲ τῆς πεντηκοστῆς, ἑορτὴ δὲ ἡμῶν ἐστιν πάτριος τοῦτο κεκλημένη, οὔτι κατὰ τὴν θρησκείαν μόνον παρῆσαν, ἀλλʼ ὀργῇ φέροντες τὴν παροινίαν τῆς Σαβίνου ὕβρεως μυριάδες συνηθροίσθησαν ἀνθρώπων καὶ πάνυ πολλαὶ Γαλιλαίων τε καὶ Ἰδουμαίων, Ἱεριχουντίων τε ἦν πληθὺς καὶ ὁπόσοι περάσαντι Ἰορδάνην ποταμὸν οἰκοῦσιν, αὐτῶν τε Ἰουδαίων πλῆθος πρὸς πάντας συνειλέχατο καὶ πολὺ προθυμότεροι τῶν ἄλλων ἐπὶ τιμωρίᾳ τῇ Σαβίνου ὡρμήκεσαν. 17.255καὶ τρία μέρη νεμηθέντες ἐπὶ τοσῶνδε στρατοπεδεύονται χωρίων, οἱ μὲν τὸν ἱππόδρομον ἀπολαβόντες, καὶ τῶν δὲ λοιπῶν δύο μερῶν οἱ μὲν τῷ βορείῳ τοῦ ἱεροῦ πρὸς μεσημβρίαν τετραμμένοι, οἱ δὲ ἑῴαν μοῖραν εἶχον, μοῖρα δὲ αὐτῶν τρίτη τὰ πρὸς δυόμενον ἥλιον, ἔνθα καὶ τὸ βασίλειον ἦν. ἐπράσσετο δὲ τὰ πάντα αὐτοῖς ἐπὶ πολιορκίᾳ τῶν Ῥωμαίων ἁπανταχόθεν αὐτοῖς ἀποκεκλεισμένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.249 Joseph. AJ 17.254 (English) >>Joseph. AJ 17.257

Powered by PhiloLogic